Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  2. ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
  3. οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
  4. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
  5. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  6. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
  7. μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  8. ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ
  9. αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
  10. καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
  11. θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.
  12. ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων
  13. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  14. ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
  15. καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
  16. Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
  17. ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
  18. αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
  19. τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
  20. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.