Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
  2. μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
  3. Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
  4. ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
  5. μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  6. Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
  7. ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.