Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
  2. στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
  3. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
  4. χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
  5. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
  6. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  7. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
  8. ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  9. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
  10. τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
  11. δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
  12. ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
  13. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  14. Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
  15. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
  16. ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
  17. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
  18. τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
  19. ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
  20. δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·