Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
  • Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
  • ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
  • ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
  • τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
  • οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
  • ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
  • Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
  • οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
  • ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  • αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
  • ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  • αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  • δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  • ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
  • ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.