Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
  2. δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
  3. μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
  4. κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
  5. πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
  6. ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
  7. κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
  8. ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
  9. αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
  10. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  11. τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
  12. ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
  13. ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
  14. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  15. υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
  16. τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
  17. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  18. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  19. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  20. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.