Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
  2. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
  3. δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
  4. τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
  5. Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
  6. χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
  7. μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
  8. βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
  9. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
  10. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
  11. εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
  12. αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
  13. ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
  14. τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
  15. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  16. οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
  17. οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
  18. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  19. κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
  20. ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.