Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
  2. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
  3. αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
  4. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  5. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  6. δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
  7. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  8. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
  9. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  10. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  11. ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
  12. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  13. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  14. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  15. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  16. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  17. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  18. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
  19. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  20. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα