Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
  • ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  • δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
  • αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
  • σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
  • ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
  • ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
  • δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
  • τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
  • πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
  • καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
  • ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
  • ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
  • μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
  • πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
  • καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
  • πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
  • ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
  • ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
  • χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι