ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασισὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθακείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπαςὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσαςπλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσεδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,