Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
  2. ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
  3. δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
  4. ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
  5. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  6. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
  7. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  8. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  9. νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
  10. ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
  11. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  12. ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
  13. οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
  14. ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  15. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
  16. θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
  17. θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
  18. ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
  19. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  20. εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.