Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
  2. ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
  3. εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
  4. πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
  5. εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
  6. ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
  7. οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
  8. δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
  9. ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
  10. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
  11. ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
  12. Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
  13. ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
  14. ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
  15. οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
  16. ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
  17. χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
  18. ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
  19. βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
  20. χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι