Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
  2. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
  3. οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  4. πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  5. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  6. νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
  7. εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
  8. οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  9. πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
  10. οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
  11. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  12. φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
  13. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
  14. Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  15. ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
  16. εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
  17. οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
  18. ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
  19. ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
  20. ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,