Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
  2. ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
  3. εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
  4. τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
  5. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  6. ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
  7. λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
  8. ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
  9. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  10. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  11. ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
  12. βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
  13. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
  14. ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
  15. ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
  16. ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
  17. καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
  18. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
  19. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  20. Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·