Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  2. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  3. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
  4. οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  5. αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  6. τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  7. οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  8. ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  9. πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
  10. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  11. ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
  12. φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
  13. ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
  14. εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  15. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
  16. τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
  17. ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
  18. εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
  19. ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
  20. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—