ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺςνόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥαλαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσινἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντεςἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖανκτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντεςαὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκαἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,