Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  2. ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  3. ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
  4. τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  5. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  6. θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  7. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  8. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  9. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  10. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  11. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  12. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  13. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  14. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  15. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  16. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  17. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  18. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  19. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  20. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,