Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·
  2. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  3. ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
  4. μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
  5. ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
  6. ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν
  7. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
  8. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.