Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  2. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  3. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  4. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
  5. ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
  6. ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
  7. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
  8. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  9. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
  10. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  11. ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
  12. ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
  13. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
  14. αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
  15. οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
  16. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
  17. τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
  18. ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
  19. καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
  20. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,