Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
  2. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  3. εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  4. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
  5. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  6. ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  7. ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
  8. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
  9. μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
  10. ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
  11. ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
  12. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  13. ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
  14. εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
  15. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
  16. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  17. οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
  18. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  19. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  20. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν