Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  2. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  3. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  4. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
  5. μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
  6. λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  7. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
  8. εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
  9. σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
  10. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  11. οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
  12. τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
  13. οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
  14. ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
  15. δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
  16. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
  17. εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
  18. παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
  19. ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
  20. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,