Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
  2. ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
  3. νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
  4. μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
  5. ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
  6. ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
  7. Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
  8. ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
  9. ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
  10. Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
  11. πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
  12. ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
  13. ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
  14. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  15. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  16. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  17. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  18. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  19. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  20. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.