Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
  2. γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  3. ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
  4. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  5. εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
  6. ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
  7. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  8. τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
  9. ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
  10. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  11. γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
  12. τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
  13. ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
  14. ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
  15. ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
  16. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
  17. παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
  18. αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
  19. τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
  20. τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,