Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
  2. ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  3. τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
  4. καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  5. ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
  6. ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
  7. ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
  8. ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
  9. θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
  10. ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
  11. τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
  12. πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
  13. κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
  14. καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
  15. κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
  16. εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
  17. ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
  18. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
  19. δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
  20. ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.