Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
  2. ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
  3. ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
  4. φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
  5. κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
  6. καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
  7. θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
  8. λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
  9. Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
  10. ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
  11. εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
  12. Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
  13. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  14. δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  15. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
  16. αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
  17. ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
  18. φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
  19. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  20. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·