Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  2. δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  3. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  4. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  5. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  6. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  7. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  8. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  9. εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
  10. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  11. μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
  12. ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
  13. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  14. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  15. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  16. εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
  17. ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
  18. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  19. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
  20. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,