Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
  2. ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
  3. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
  4. πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
  5. κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
  6. δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
  7. κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
  8. τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
  9. ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
  10. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
  11. Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
  12. ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
  13. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  14. κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
  15. δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
  16. δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
  17. ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
  18. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  19. ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
  20. βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.