Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
  2. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
  3. ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
  4. αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
  5. Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
  6. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  7. ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
  8. μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
  9. ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
  10. κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
  11. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  12. θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
  13. ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
  14. ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
  15. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
  16. ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
  17. ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
  18. ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
  19. ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
  20. πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.