Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  2. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  3. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  4. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  5. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  6. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
  7. Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
  8. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  9. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
  10. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  11. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
  12. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
  13. ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
  14. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  15. βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  16. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  17. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
  18. λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
  19. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
  20. ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.