Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
  2. εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  3. τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
  4. τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
  5. Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
  6. δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
  7. τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
  8. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  9. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  10. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  11. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  12. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  13. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  14. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  15. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  16. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  17. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  18. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  19. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  20. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·