Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
  2. καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
  3. αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
  4. καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  6. οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
  7. μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
  8. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  9. βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
  10. ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
  11. καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
  12. βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  13. αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
  14. ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
  15. ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
  16. αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
  17. τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
  18. βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  19. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
  20. τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο