Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
  2. κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
  3. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  4. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  5. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
  6. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  7. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
  8. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
  9. ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
  10. ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
  11. μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
  12. ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
  13. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
  14. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  15. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  16. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  17. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  18. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
  19. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  20. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,