Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
  2. αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
  3. ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
  4. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  5. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  6. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  7. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  8. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  9. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
  10. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
  11. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
  12. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
  13. ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
  14. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  15. ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  16. εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
  17. γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
  18. κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
  19. τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
  20. αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν