Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  2. πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
  3. πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
  4. οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
  5. ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
  6. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
  7. δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
  8. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
  9. ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
  10. μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
  11. βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
  12. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
  13. μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
  14. τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
  15. ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
  16. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
  17. μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
  18. Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
  19. ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
  20. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·