Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  2. οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
  3. ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
  4. μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
  5. ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
  6. μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
  7. ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  8. ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
  9. ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
  10. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  11. Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
  12. ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
  13. ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
  14. οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
  15. πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
  16. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
  17. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  18. εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
  19. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  20. δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,