Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
  2. εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
  3. πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
  4. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  5. σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
  6. ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
  7. αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
  8. ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
  9. εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  10. νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
  11. καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
  12. ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
  13. πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
  14. ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
  15. αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
  16. εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
  17. λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
  18. κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
  19. αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
  20. Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·