Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  2. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  3. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  4. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  5. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  6. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
  7. καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
  8. ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
  9. φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
  10. ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
  11. ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
  12. μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
  13. καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
  14. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
  15. εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
  16. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
  17. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  18. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  19. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
  20. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·