Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  • οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
  • μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
  • ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
  • μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
  • τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
  • εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  • εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
  • ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
  • εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
  • νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
  • ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
  • τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
  • ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
  • οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
  • κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
  • αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  • πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
  • ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,
  • ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα