Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
  2. αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
  3. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
  4. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  5. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  6. βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
  7. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
  8. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
  9. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  10. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  11. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  12. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  13. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  14. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  15. ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  16. ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
  17. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
  18. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  19. χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
  20. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.