Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
  2. ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης
  3. τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
  4. καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
  5. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·
  6. ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
  7. ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
  9. αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
  10. ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
  11. οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
  12. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  13. ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
  14. αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
  15. δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  16. καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  17. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
  18. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
  19. ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
  20. πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω