Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
  2. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
  3. ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
  4. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
  5. εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
  6. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  7. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
  8. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
  9. μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
  10. εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
  11. τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
  12. ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
  13. χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
  14. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  15. οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
  16. οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
  17. σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
  18. ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
  19. ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
  20. αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,