Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
  2. ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
  3. οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς
  4. οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
  5. ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,
  6. οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,
  7. μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
  8. λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
  9. ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·
  10. σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ
  11. τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
  12. δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
  13. τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
  14. τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
  15. ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
  16. εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·
  17. τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
  18. χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·
  19. νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
  20. ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ