Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
  2. Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
  3. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
  4. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
  5. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  6. οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
  7. ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
  8. νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
  9. ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
  10. ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
  11. ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
  12. ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;
  13. ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
  14. Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
  15. ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
  16. οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,
  17. στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
  18. κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
  19. πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
  20. ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,