Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
  • φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
  • ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
  • ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
  • οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,
  • σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
  • ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  • αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
  • παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
  • αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
  • πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
  • σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ
  • τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
  • Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·
  • μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
  • οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  • πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  • οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
  • μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
  • οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,