Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
  2. δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  3. ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
  4. ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
  5. οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
  6. πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
  7. ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
  8. γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
  9. νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
  10. οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
  11. ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
  12. ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
  13. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
  14. οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
  15. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  16. τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
  17. καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
  18. κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
  19. πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
  20. ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι