Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
  2. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  3. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  4. ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  5. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  6. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  7. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  8. μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  9. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  10. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  11. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  12. οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  13. οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
  14. τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
  15. οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
  16. ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
  17. οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
  18. φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
  19. στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
  20. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·