Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
  2. ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  3. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  4. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  5. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  6. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  7. ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  8. νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
  9. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
  10. ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  11. εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
  12. πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
  13. τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
  14. ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
  15. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  16. μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  17. μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  18. μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  19. οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  20. ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·