Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
  2. πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
  3. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
  4. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  5. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
  6. δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
  7. βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
  8. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
  9. ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
  10. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  11. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  12. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
  13. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
  14. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  15. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  16. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  17. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  18. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  19. ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
  20. τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος