Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
  2. καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
  3. οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
  4. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  5. αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
  6. φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
  7. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  8. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  9. ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
  10. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  11. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  12. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  13. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  14. ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
  15. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
  16. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  17. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  18. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  19. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  20. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·