Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  2. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  3. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  4. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  5. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
  6. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
  8. αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  9. ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  10. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  11. ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  12. οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
  13. οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
  14. μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
  15. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  16. οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  17. νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  18. οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  19. ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  20. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,