Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
  2. εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
  3. δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
  4. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
  5. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  6. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  7. ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  8. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  9. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  10. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  11. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  12. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  13. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  14. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  15. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  16. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  17. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  18. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
  19. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  20. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·